Πέμπτη 6 Ιουνίου 2013

Ο Απόστολος της Κυριακής 9 Ιουνίου 2013 - Κυριακή του Τυφλού

(Πραξ. ιστ´ 16-34)
Εν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο πορευομένων ἡμῶν τῶν ἀποστόλων εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· Παραγγέλλω σοι ἐν τῷ ὀνόματι ᾿Ιησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. ᾿Ιδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν ᾿Ιουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν ῾Ρωμαίοις οὖσι. Καὶ συνεπέστη ὁ ὄχλος κατ᾿ αὐτῶν. Καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν, πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. ῎Αφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. ῎Εξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. ᾿Εφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; Οἱ δὲ εἶπον· Πίστευσον ἐπὶ τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιᾶτο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.

Απόδοση σε απλή γλώσσα
Εκεῖνες τὶς ἡμέρες, οἱ ἀπόστολοι ποὺ εἶχαν διασκορπιστεῖ ἀπὸ τὰ ῾Ιεροσόλυμα, μετὰ τὸν διωγμὸ ποὺ ἀκολούθησε τὸν λιθοβολισμὸ τοῦ Στεφάνου, ἔφτασαν ὣς τὴ Φοινίκη, τὴν Κύπρο καὶ τὴν ᾿Αντιόχεια. Σὲ κανέναν δὲν κήρυτταν γιὰ τὸν Χριστὸ παρὰ μόνο στοὺς ᾿Ιουδαίους. ᾿Ανάμεσά τους ἦταν καὶ μερικοὶ Κύπριοι καὶ Κυρηναῖοι, ποὺ εἶχαν ἔρθει στὴν ᾿Αντιόχεια καὶ κήρυτταν στοὺς ἑλληνόφωνους ᾿Ιουδαίους τὸ χαρμόσυνο μήνυμα, ὅτι ὁ ᾿Ιησοῦς εἶναι ὁ Κύριος. ῾Η δύναμη τοῦ Κυρίου ἦταν μαζί τους, καὶ πολλοὶ ἦταν ἐκεῖνοι ποὺ πίστεψαν καὶ δέχτηκαν τὸν ᾿Ιησοῦ γιὰ Κύριό τους. Οἱ εἰδήσεις γι’ αὐτὰ ἔφτασαν καὶ στὴν ἐκκλησία τῶν ῾Ιεροσολύμων· ἔτσι ἔστειλαν τὸν Βαρνάβα νὰ πάει στὴν ᾿Αντιόχεια. Αὐτός, ὅταν ἔφτασε ἐκεῖ καὶ εἶδε τὸ ἔργο τῆς χάριτος τοῦ Θεοῦ, χάρηκε, καὶ τοὺς συμβούλευε ὅλους νὰ μένουν ἀφοσιωμένοι στὸν Κύριο μὲ ὅλη τους τὴν καρδιά. ῾Ο Βαρνάβας ἦταν ἄνθρωπος ἀγαθὸς καὶ γεμάτος ῞Αγιο Πνεῦμα καὶ πίστη. ῎Ετσι, πολὺς κόσμος προστέθηκε στοὺς πιστοὺς τοῦ Κυρίου. ῞Υστερα ὁ Βαρνάβας πῆγε στὴν Ταρσὸ γιὰ νὰ ἀναζητήσει τὸν Σαῦλο. ῞Οταν τὸν βρῆκε, τὸν ἔφερε στὴν ᾿Αντιόχεια. ᾿Εκεῖ συμμετεῖχαν στὶς συνάξεις τῆς ἐκκλησίας γιὰ ἕναν ὁλόκληρο χρόνο καὶ δίδαξαν πολὺ κόσμο. ᾿Επίσης στὴν ᾿Αντιόχεια γιὰ πρώτη φορὰ ὀνομάστηκαν οἱ μαθητὲς τοῦ ᾿Ιησοῦ «χριστιανοί». ᾿Εκεῖνες τὶς μέρες κατέβηκαν ἀπὸ τὰ ῾Ιεροσόλυμα προφῆτες στὴν ᾿Αντιόχεια. ῞Ενας ἀπ’ αὐτούς, ποὺ τὸν ἔλεγαν ῎Αγαβο, προανάγγειλε μὲ τὸν φωτισμὸ τοῦ ῾Αγίου Πνεύματος ὅτι θὰ πέσει σ’ ὅλη τὴν οἰκουμένη μεγάλη πείνα, πράγμα ποὺ ἔγινε ὅταν αὐτοκράτορας ἦταν ὁ Κλαύδιος. Οἱ χριστιανοὶ στὴν ᾿Αντιόχεια ἀποφάσισαν νὰ στείλουν βοήθεια στοὺς ἀδελφοὺς ποὺ κατοικοῦσαν στὴν ᾿Ιουδαία, ὅ,τι μποροῦσε ὁ καθένας. Αὐτὸ κι ἔκαναν· ἔστειλαν τὴ βοήθειά τους μὲ τὸν Βαρνάβα καὶ τὸν Σαῦλο στοὺς πρεσβυτέρους τῶν ῾Ιεροσολύμων.
Related Posts Plugin for WordPress, Blogger...